ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ
…………………….[40] Φιλοκαλοῦμέν τε γὰρ μετ' εὐτελείας καὶφιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τεἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳχρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖντινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳαἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶπολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργατετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι·μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκἀπράγμονα, ἀλλ' ἀχρεῖον νομίζομεν, καὶ οἱαὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθαὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖςἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴπροδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶτόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστακαὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃτοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ' ἂν τὴν ψυχὴνδικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέασαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων. καὶ τὰ ἐςἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρπάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺςφίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάρινὥστε ὀφειλομένην δι' εὐνοίας ᾧ δέδωκεσῴζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼςοὐκ ἐς χάριν, ἀλλ' ἐς ὀφείλημα τὴν ἀρετὴνἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντοςμᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν.
[41] Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς῾Ελλάδος παίδευσιν εἶναι καὶ καθ' ἕκαστονδοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ' ἡμῶν ἐπὶπλεῖστ' ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ' ἂνεὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι.καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδεμᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡδύναμις τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶντρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶννῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶμόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντιἀγανάκτησιν ἔχει ὑφ' οἵων κακοπαθεῖ οὔτετῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ' ἀξίωνἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δήτοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοιτοῖς τε νῦν καὶ τοῖς ἔπειταθαυμασθησόμεθα, καὶ οὐδὲν προσδεόμενοιοὔτε ῾Ομήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲντὸ αὐτίκα τέρψει, τῶν δ' ἔργων τὴν ὑπόνοιανἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲνθάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳτόλμῃ καταναγκάσαντες γενέσθαι,πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶνἀίδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖνπόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτὴν μαχόμενοι ἐτελεύτησαν,καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸςἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν.
[42] Δι' ὃ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως,διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσουἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲνὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ'οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς.καὶ εἴρηται αὐτῆς τὰ μέγιστα· ἃ γὰρ τὴνπόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν τοιῶνδεἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν πολλοῖς τῶν῾Ελλήνων ἰσόρροπος ὥσπερ τῶνδε ὁ λόγοςτῶν ἔργων φανείη. δοκεῖ δέ μοι δηλοῦνἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶτελευταία βεβαιοῦσα ἡ νῦν τῶνδεκαταστροφή. καὶ γὰρ τοῖς τἆλλα χείροσιδίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆςπατρίδος ἀνδραγαθίαν προτίθεσθαι· ἀγαθῷγὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλονὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν. τῶνδε δὲοὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσινπροτιμήσας ἐμαλακίσθη οὔτε πενίας ἐλπίδι,ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν,ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο· τὴν δὲ τῶνἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶνλαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστοννομίσαντες ἐβουλήθησαν μετ' αὐτοῦ τοὺςμὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲντὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες,ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιναὐτοῖς ἀξιοῦντες πεποιθέναι, καὶ ἐν αὐτῷτῷ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλονἡγησάμενοι ἢ [τὸ] ἐνδόντες σῴζεσθαι, τὸ μὲναἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ' ἔργον τῷσώματι ὑπέμειναν καὶ δι' ἐλαχίστου καιροῦτύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦδέους ἀπηλλάγησαν.
[43] Καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο· τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ' ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν, οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. κοινῇ γὰρ τὰ σώματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ' ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ἔργου καιρῷ αἰείμνηστος καταλείπεται. ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ' ἑκάστῳ τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται. οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ' ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ' οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ μετὰ τοῦ [ἐν τῷ] μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος.
[44] Δι' ὅπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢπαραμυθήσομαι. ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες· τὸ δ' εὐτυχές, ο῏ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν,ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶἐντελευτῆσαι ξυνεμετρήθη. χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετεὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτὲκαὶ αὐτοὶ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται,ἀλλ' οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι· ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοίτισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦμὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει· οὐγὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον βουλεύεσθαι ο῏ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν. ὅσοι δ' αὖπαρηβήκατε, τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺνἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸτιμᾶσθαι.
[45] παισὶ δ' αὖ ὅσοι τῶνδε πάρεστε ἢἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα (τὸν γὰρ οὐκὄντα ἅπας εἴωθεν ἐπαινεῖν), καὶ μόλις ἂν καθ' ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι, ἀλλ'ὀλίγῳ χείρους κριθεῖτε. φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼνἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς, ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται, μνησθῆναι, βραχείᾳπαραινέσει ἅπαν σημανῶ. τῆς τε γὰρὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαιὑμῖν μεγάλη ἡ δόξα καὶ ἧς ἂν ἐπ' ἐλάχιστονἀρετῆς πέρι ἢ ψόγου ἐν τοῖς ἄρσεσι κλέος ᾖ.
[46] Εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμονὅσα εἶχον πρόσφορα, καὶ ἔργῳ οἱθαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ δὲαὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ ἡπόλις μέχρι ἥβης θρέψει, ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα· ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα, τοῖς δὲ καὶ ἄνδρεςἄριστοι πολιτεύουσιν. νῦν δὲἀπολοφυράμενοι ὃν προσήκει ἑκάστῳἄπιτε.'
[47] Τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν τῷχειμῶνι τούτῳ·
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου